Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.312 Joseph. AJ 17.317 (English) >>Joseph. AJ 17.322

17.315

Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν διὰ τὸ παρʼ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον· οὐ γὰρ δὴ τοὺς ἐγκαλεῖν ἔχοντας ἐπὶ μετρίοις παρὰ τοῦ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι· 17.316τὰ δὲ ὑπʼ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀνετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμένων ἀμύνης γενομένης ἐγκαλοῖεν. ἐνεκάλει δὲ νεωτεροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίᾳ τοῦ πείθεσθαι δίκῃ καὶ νομίμοις ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. ταῦτα μὲν οὖν Νικόλαος. 17.317

Καῖσαρ δʼ ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δʼ ἡμερῶν ὕστερον Ἀρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δʼ ἡμίσεως χώρας ἥπερ Ἡρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο. 17.318τὴν δʼ ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν Ἡρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φορά τε ἦν τάλαντα διακόσια τὸ ἐπʼ ἔτος. 17.319Βαταναία δὲ σὺν Τράχωνι καὶ Αὐρανῖτις σύν τινι μέρει οἴκου τοῦ Ζηνοδώρου λεγομένου Φιλίππῳ τάλαντα ἑκατὸν προσέφερεν· τὰ δʼ Ἀρχελάῳ συντελοῦντα Ἰδουμαῖοί τε καὶ Ἰουδαία τό τε Σαμαρειτικόν. τετάρτην μοῖραν οὗτοι τῶν φόρων παραλέλυντο Καίσαρος αὐτοῖς κούφισιν ψηφισαμένου διὰ τὸ μὴ συναποστῆναι τῇ λοιπῇ πληθύι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.312 Joseph. AJ 17.317 (English) >>Joseph. AJ 17.322

Powered by PhiloLogic